2016_11_13 Η ́ Λουκᾶ

Δένδρο περιήγησης: | Ἀρχική Σελίδα | Ποιμαντική | Διαδικτυακός Ἄμβωνας | Ἀναγνώσματα τῆς Κυριακῆς | 2016_11_13 Η ́ Λουκᾶ

ΚΥΡΙΑΚΗ 13 ΝΟΕΜΒΡΙΟΥ – Η ́ ΛΟΥΚΑ
Ἁγιογραφικά Ἀναγνώσματα τῆς ἡμέρας

Ἑωθινόν Ι ́

(δές τήν σελίδα μέ ὅλα τα ἑωθινά)

ΑΠΟΣΤΟΛΟΣ (Τοῦ Ἱεράρχου)
Πρός Ἑβραίους Ἐπιστολῆς Παύλου  (ζ ́ 26 – 28, η ́ 1 – 2)

Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ” ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, τέτοιος ἀρχιερέας μᾶς χρειαζόταν· ἅγιος, ἄκακος, ἀψεγάδιαστος, χωρίς καμιά σχέση μέ τήν ἀνθρώπινη ἁμαρτία, ὁ ὁποῖος ἀνέβηκε πάνω ἀπό τά οὐράνια. Αὐτός δέν ἔχει ἀνάγκη, ὅπως οἱ ἄλλοι ἀρχιερεῖς, νά προσφέρει καθημερινά θυσίες, πρῶτα γιά τίς δικές του ἁμαρτίες, κι ὕστερα γιά τίς ἁμαρτίες τοῦ λαοῦ. Αὐτό τό ἔκανε μιά γιά πάντα, προσφέροντας τόν ἴδιο τόν ἑαυτό του. Ὁ νόμος ἐγκαθιστᾶ ἀρχιερεῖς ἀνθρώπους μέ ἀτέλειες. Τά λόγια ὅμως τοῦ ὅρκου, ὁ ὁποῖος δόθηκε μετά τό νόμο, ἐγκαθιστοῦν ἀρχιερέα τόν Υἱό, πού εἶναι καί παραμένει αἰώνια τέλειος.
Τό βασικό στοιχεῖο τῶν ὅσων εἴπαμε εἶναι πώς ἐμεῖς ἔχουμε ἀρχιερέα τέτοιον, πού ἀνέβηκε στά οὐράνια καί κάθεται στά δεξιά τῆς μεγαλοσύνης τοῦ Θεοῦ. Ὡς ἀρχιερέας ὑπηρετεῖ στά ἅγια τῶν ἁγίων καί στήν ἀληθινή σκηνή τοῦ Μαρτυρίου, τήν ὁποία δέν τήν ἔστησε ἄνθρωπος, ἀλλά ὁ Θεός.

 ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Λουκᾶν (ι΄ 25 – 37)

 Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον;
Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅτι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τόν καιρό ἐκεῖνο, κάποιος νομοδιδάσκαλος παρουσιάστηκε στόν Ἰησοῦ, καί γιά νά τόν φέρει σέ δύσκολη θέση τοῦ εἶπε: «Διδάσκαλε, τί πρέπει νά κάνω γιά νά κερδίσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τόν ρώτησε: «Ὁ νόμος τί γράφει;» Ἐκεῖνος ἀπάντησε: Ν’ ἀγαπᾶς τόν Κύριο τό Θεό σου μ’ ὅλη τήν καρδιά σου καί μ’ ὅλη τήν ψυχή σου, μ’ ὅλη τή δύναμή σου καί μ’ ὅλο τό νοῦ σου· καί τόν πλησίον σου ὅπως τόν ἑαυτό σου. «Πολύ σωστά ἀπάντησες», τοῦ εἶπε ὁ Ἰησοῦς· «αὐτό κάνε καί θά ζήσεις». Ἐκεῖνος ὅμως, θέλοντας νά δικαιολογήσει τόν ἑαυτό του, εἶπε στόν Ἰησοῦ: «Καί ποιός εἶναι ὁ πλησίον μου;»
Πῆρε τότε ἀφορμή ὁ Ἰησοῦς καί εἶπε: «Κάποιος ἄνθρωπος, κατεβαίνοντας ἀπό τά Ἱεροσόλυμα γιά τήν Ἱεριχῶ, ἔπεσε πάνω σέ ληστές. Αὐτοί τόν ξεγύμνωσαν, τόν τραυμάτισαν καί ἔφυγαν παρατώντας τον μισοπεθαμένο. Ἀπό ’κείνο τό δρόμο ἔτυχε νά κατεβαίνει καί κάποιος ἱερέας, ὁ ὁποῖος τόν εἶδε, ἀλλά τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Τό ἴδιο καί κάποιος λευΐτης, πού περνοῦσε ἀπό ’κείνο τό μέρος· παρ’ ὅλο πού τόν εἶδε κι αὐτός, τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Κάποιος ὅμως Σαμαρείτης πού ταξίδευε, ἦρθε πρός τό μέρος του, τόν εἶδε καί τόν σπλαχνίστηκε. Πῆγε κοντά του, ἄλειψε τίς πληγές του μέ λάδι καί κρασί καί τίς ἔδεσε καλά. Μάλιστα τόν ἀνέβασε στό δικό του τό ζῶο, τόν ὁδήγησε στό πανδοχεῖο καί φρόντισε γι’ αὐτόν. Τήν ἄλλη μέρα φεύγοντας ἔβγαλε κι ἔδωσε στόν πανδοχέα δύο δηνάρια καί τοῦ εἶπε: “φρόντισέ τον, κι ὅ,τι παραπάνω ξοδέψεις, ἐγώ ὅταν ξαναπεράσω θά σέ πληρώσω”. Ποιός λοιπόν ἀπ’ αὐτούς τούς τρεῖς κατά τή γνώμη σου ἀποδείχτηκε “πλησίον” ἐκείνου ποῦ ἔπεσε στούς ληστές;» Ὁ νομοδιδάσκαλος ἀπάντησε: «Ἐκεῖνος πού τόν σπλαχνίστηκε». Τότε ὁ Ἰησοῦς τοῦ εἶπε: «Πήγαινε, καί νά κάνεις κι ἐσύ τό ἴδιο».

Σημείωση: Ἡ ἀπόδοση στήν νεοελληνική λαμβάνεται ἀπό τήν «Ἁγία Γραφή» τῆς Ἑλληνικῆς Βιβλικῆς Ἐταιρίας, ἔκδοση 1997.