Δένδρο περιήγησης: | Ἀρχική Σελίδα | Ποιμαντική | Διαδικτυακός Ἄμβωνας | Ἔτος 2016 | 2016_11_20 Θ ́ Λουκᾶ
ΚΥΡΙΑΚΗ 20 ΝΟΕΜΒΡΙΟΥ – Θ ́ ΛΟΥΚΑ
Ἁγιογραφικά Ἀναγνώσματα τῆς ἡμέρας
Ἑωθινόν ΙΑ ́
(δές τήν σελίδα μέ ὅλα τα ἑωθινά)
ΑΠΟΣΤΟΛΟΣ
Πρός Γαλάτας Ἐπιστολή Παύλου (στ ́, 11 – 18)
Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι” οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ” αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἀδελφοί, προσέξτε μέ πόσο μεγάλα γράμματα σᾶς γράφω τώρα μέ τό ἴδιο μου τό χέρι. Ὅσοι θέλουν ν’ ἀποκτήσουν καλή φήμη στούς ἀνθρώπους, αὐτοί σᾶς ὑποχρεώνουν νά περιτέμνεστε μέ μόνο στόχο νά μήν καταδιώκονται ἀπό τούς Ἰουδαίους ἐξαιτίας τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἄλλωστε οὔτε κι αὐτοί πού ἐπιμένουν στήν περιτομή τηροῦν τό νόμο. Ἁπλῶς θέλουν νά περιτέμνεστε ἐσεῖς, γιά νά καυχηθοῦν ὅτι σᾶς κατάφεραν νά τό κάνετε. Ὅσο γιά μένα, δέν θέλω ἄλλη ἀφορμή γιά καύχηση ἐκτός ἀπό τό σταυρό τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, τό σταυρό πού πάνω του ὁ κόσμος πέθανε γιά μένα κι ἐγώ γιά τόν κόσμο. Γιά ὅσους ἀνήκουν στόν Ἰησοῦ Χριστό δέν ἔχει καμιά σημασία οὔτε τό νά κάνεις περιτομή οὔτε τό νά μήν κάνεις, ἀλλά ὅλοι εἶναι νέα δημιουργήματα τοῦ Θεοῦ. Ὅσοι ἀκολουθοῦν αὐτή τήν ἀρχή, θά ἔχουν τήν εἰρήνη καί τό ἔλεος τοῦ Θεοῦ μαζί τους, αὐτοί καί ὅλος ὁ λαός τοῦ Θεοῦ. Στό ἑξῆς κανένας ἅς μή μοῦ δημιουργεῖ προβλήματα. Ἀρκετά ἔχω πάθει γιά τόν Ἰησοῦ, ὅπως δείχνουν τά σημάδια στό σῶμα μου. Ἡ χάρη τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ εὔχομαι νά εἶναι μαζί σας, ἀδερφοί μου. Ἀμήν.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Λουκᾶν (ιβ ́ 16 – 21)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή· Κάποιου πλούσιου ἀνθρώπου τά χωράφια ἔδωσαν ἄφθονη σοδειά. Τότε ἐκεῖνος σκεφτόταν καί ἔλεγε: “τί νά κάνω; Δέν ἔχω μέρος νά συγκεντρώσω τά γεννήματά μου! Ἀλλά νά τί θά κάνω”, εἶπε. “Θα γκρεμίσω τίς ἀποθῆκες μου καί θά χτίσω μεγαλύτερες γιά νά συγκεντρώσω ἐκεῖ ὅλη τή σοδειά μου καί τ’ ἀγαθά μου. Μετά θά πῶ στόν ἑαυτό μου: τώρα ἔχεις πολλά ἀγαθά, πού ἀρκοῦν γιά χρόνια πολλά· ξεκουράσου, τρῶγε, πίνε, διασκέδαζε”. Τότε τοῦ εἶπε ὁ Θεός: “ἀνόητε. Αὐτή τή νύχτα θά παραδώσεις τή ζωή σου. Αὐτά, λοιπόν, ποῦ ἑτοίμασες σέ ποιόν θά ἀνήκουν;” Αὐτά, λοιπόν, παθαίνει ὅποιος μαζεύει πρόσκαιρους θησαυρούς καί δέν πλουτίζει τόν ἑαυτό του μέ ὅ,τι θέλει ὁ Θεός.
Σημείωση: Ἡ ἀπόδοση στήν νεοελληνική λαμβάνεται ἀπό τήν «Ἁγία Γραφή» τῆς Ἑλληνικῆς Βιβλικῆς Ἐταιρίας, ἔκδοση 1997.