2016_11_20 ΙΓ ́ Λουκᾶ

Δένδρο περιήγησης: | Ἀρχική Σελίδα | Ποιμαντική | Διαδικτυακός Ἄμβωνας | Ἀναγνώσματα τῆς Κυριακῆς | 2016_11_20 ΙΓ ́ Λουκᾶ

ΚΥΡΙΑΚΗ 27 ΝΟΕΜΒΡΙΟΥ – ΙΓ ́ ΛΟΥΚΑ
Ἁγιογραφικά Ἀναγνώσματα τῆς ἡμέρας

 Ἑωθινόν Α ́

(δές τήν σελίδα μέ ὅλα τα ἑωθινά)

ΑΠΟΣΤΟΛΟΣ
Πρός Ἐφεσίους Ἐπιστολή Παύλου (β ́, 4 – 10)

Ἀδελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ” ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδερφοί μου, ὁ Θεός μᾶς ἀγάπησε, γιατί εἶναι πλούσιος σέ ἔλεος καί ἔχει ἀπέραντη ἀγάπη. Κι ἐνῶ ἤμασταν πνευματικά νεκροί ἐξαιτίας τῶν παραπτωμάτων μας, μᾶς ξανάδωσε ζωή μαζί μέ τό Χριστό. Μέ τή χάρη του ἔχετε σωθεῖ. Μᾶς ἀνέστησε μαζί μέ τόν Ἰησοῦ Χριστό καί μᾶς ἔβαλε νά καθήσουμε μαζί μ’ αὐτόν στά οὐράνια. Κι ἔτσι, μέ τήν ἀγάπη πού μᾶς ἔδειξε διά τοῦ Ἰησοῦ Χριστοῦ, φανερώνει στίς μελλοντικές γενιές πόσο ὑπερβολικά γενναιόδωρη εἶναι ἡ χάρη του. Πραγματικά, μέ τή χάρη τοῦ σωθήκατε διά τῆς πίστεως. Καί αὐτό δέν εἶναι δικό σας κατόρθωμα ἀλλά δῶρο Θεοῦ. Δέ σωθήκατε μέ τά δικά σας ἔργα κι ἔτσι κανείς δέν μπορεῖ νά καυχηθεῖ γι’ αὐτό. Γιατί εἴμαστε δημιούργημα τοῦ Θεοῦ, ὁ ὁποῖος διά τοῦ Ἰησοῦ Χριστοῦ μᾶς ἔκανε καινούριους ἀνθρώπους, γιά νά μποροῦμε νά κάνουμε καλά ἔργα, πού τά προετοίμασε ὁ Θεός, γιά νά εἶναι μ’ αὐτά γεμάτη ἡ ζωή μας.

ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Λουκᾶν (ιη ́, 18 – 27)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν και λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

 Ἐκεῖνο τόν καιρό, ἕνας ἄνθρωπος πλησίασε τόν Ἰησοῦ γιά νά τόν πειράξει καί τόν ρώτησε: «Ἀγαθέ Διδάσκαλε, τί νά κάνω γιά νά κληρονομήσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Γιατί μέ ἀποκαλεῖς “ἀγαθό”; Κανένας δέν εἶναι ἀγαθός, παρά μόνο ἕνας, ὁ Θεός. Ξέρεις τίς ἐντολές: μή μοιχεύσεις, μή σκοτώσεις, μήν κλέψεις, μήν ψευδομαρτυρήσεις, τίμα τόν πατέρα σου καί τή μητέρα σου». Κι ἐκεῖνος τοῦ εἶπε: «Ὅλα αὐτά τά τηρῶ ἀπό τά νιάτα μου». Ὅταν τ’ ἄκουσε ὁ Ἰησοῦς τοῦ εἶπε: «Ἕνα ἀκόμη σου λείπει: πούλησε ὅλα ὅσα ἔχεις καί δῶσε τά χρήματα στούς φτωχούς, κι ἔτσι θά ἔχεις θησαυρό κοντά στό Θεό· κι ἔλα νά μέ ἀκολουθήσεις». Μόλις ἐκεῖνος τ’ ἄκουσε αὐτά, πολύ στενοχωρήθηκε, γιατί ἦταν πάμπλουτος. Ὅταν ὁ Ἰησοῦς τόν εἶδε τόσο στενοχωρημένον, εἶπε: «Πόσο δύσκολα θά μποῦν στή βασιλεία τοῦ Θεοῦ αὐτοί πού ἔχουν τά χρήματα! Εὐκολότερο εἶναι νά περάσει καμήλα μέσα ἀπό βελονότρυπα, παρά νά μπεῖ πλούσιος στή βασιλεία τοῦ Θεοῦ». Ὅσοι τόν ἄκουσαν εἶπαν: «Τότε ποιός μπορεῖ νά σωθεῖ;» Κι ἐκεῖνος τούς ἀπάντησε: «Αὐτά πού γιά τούς ἀνθρώπους εἶναι ἀδύνατα, γιά τό Θεό εἶναι δυνατά».

Σημείωση: Ἡ ἀπόδοση στήν νεοελληνική λαμβάνεται ἀπό τήν «Ἁγία Γραφή» τῆς Ἑλληνικῆς Βιβλικῆς Ἐταιρίας, ἔκδοση 1997.