Δένδρο περιήγησης: | Ἀρχική Σελίδα | Ποιμαντική | Διαδικτυακός Ἄμβωνας | Ἔτος 2016 | 2016_01_31 ΙΕ ́ Λουκᾶ
ΚΥΡΙΑΚΗ 31 ΙΑΝΟΥΑΡΙΟΥ – Τοῦ Ζακχαίου
Ἁγιογραφικά Ἀναγνώσματα τῆς ἡμέρας
ΕΩΘΙΝΟΝ Β΄
Ἐκ τοῦ κατά Μάρκον (ιστ΄, 1 – 8)
Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε, εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ὅταν πέρασε τό Σάββατο, ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου, καί ἡ Σαλώμη, ἀγόρασαν ἀρώματα, γιά νά πᾶνε ν’ ἀλείψουν τό σῶμα τοῦ Ἰησοῦ. Ἦρθαν στό μνῆμα πολύ πρωί τήν ἑπομένη τοῦ Σαββάτου, μόλις ἀνέτειλε ὁ ἥλιος. Κι ἔλεγαν μεταξύ τους: «Ποιός θά μᾶς κυλήσει τήν πέτρα ἀπό τήν εἴσοδο τοῦ μνήματος;» Γιατί ἦταν πάρα πολύ μεγάλη. Μόλις ὅμως κοίταξαν πρός τά ’κεῖ, παρατήρησαν ὅτι ἡ πέτρα εἶχε κυλήσει ἀπό τόν τόπο της.
Μόλις μπῆκαν στό μνῆμα, εἶδαν ἕνα νεαρό μέ λευκή στολή νά κάθεται στά δεξιά, καί τρόμαξαν. Αὐτός ὅμως τούς εἶπε: «Μήν τρομάζετε. Ψάχνετε γιά τόν Ἰησοῦ ἀπό τή Ναζαρέτ, τό σταυρωμένο. Ἀναστήθηκε. Δέν εἶναι ἐδῶ. Νά καί τό μέρος ὅπου τόν εἶχαν βάλει. Πηγαίνετε τώρα καί πεῖτε στούς μαθητές του καί στόν Πέτρο: «πηγαίνει πρίν ἀπό σᾶς στήν Γαλιλαία καί σᾶς περιμένει· ἐκεῖ θά τόν δεῖτε, ὅπως σᾶς τό εἶπε». Οἱ γυναῖκες βγῆκαν κι ἔφυγαν ἀπό τό μνῆμα γεμάτες τρόμο καί δέος· δέν εἶπαν ὅμως τίποτα σέ κανέναν, γιατί ἦταν φοβισμένες.
ΑΠΟΣΤΟΛΟΣ
Πρὸς Τιμόθεον Α´ Ἐπιστολή Παύλου (δʹ 9 – 15)
Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἔως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Παιδί μου Τιμόθεε, αὐτό πού λέω εἶναι ἀλήθεια κι ἀξίζει νά γίνει πέρα γιά πέρα ἀποδεκτό. Κι ἐμεῖς γι’ αὐτό ὑπομένουμε κόπους καί ὀνειδισμούς, γιατί στηρίξαμε τήν ἐλπίδα μας στόν ἀληθινό Θεό, πού εἶναι σωτήρας ὅλων τῶν ἀνθρώπων κι ἰδιαίτερά τῶν πιστῶν.
Αὐτά νά παραγγέλλεις καί νά διδάσκεις. Κανείς νά μή σέ καταφρονεῖ πού εἶσαι ἀκόμη νέος. Ἀντίθετα, νά γίνεις ὑπόδειγμα γιά τούς πιστούς μέ τό λόγο, μέ τή συμπεριφορά σου, μέ τήν ἀγάπη, μέ τήν πνευματική ζωή, μέ τήν πίστη, μέ τήν ἁγνότητα. Ὥσπου νά ἔρθω, συγκέντρωσε τήν προσοχή σου στήν ἀνάγνωση τῶν Γραφῶν, στίς συμβουλές καί στή διδασκαλία. Μήν ἀφήνεις ἀχρησιμοποίητο τό χάρισμα πού ἔχεις καί πού σοῦ δόθηκε ὅταν ὕστερα ἀπό ὑπόδειξη τῶν προφητῶν τῆς ἐκκλησίας σέ χειροτόνησαν οἱ πρεσβύτεροι. Αὐτά νά ἔχεις στό νοῦ σου, μ’ αὐτά νά ἀσχολεῖσαι, ὣστε ἡ πρόοδός σου νά εἶναι φανερή σ’ ὅλα.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Λουκᾶν (ιθʹ 1 – 10)
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχὼ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ᾿Αβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Τόν καιρό ἐκεῖνο, ὁ Ἰησοῦς περνοῦσε μέσα ἀπό τήν Ἱεριχώ. Ἐκεῖ ὑπῆρχε κάποιος, πού τό ὄνομά του ἦταν Ζακχαῖος. Ἦταν ἀρχιτελώνης καί πλούσιος. Αὐτός προσπαθοῦσε νά δεῖ ποιός εἶναι ὁ Ἰησοῦς· δέν μποροῦσε ὅμως ἐξαιτίας τοῦ πλήθους καί γιατί ἦταν μικρόσωμος. Ἔτρεξε λοιπόν μπροστά πρίν ἀπό τό πλῆθος κι ἀνέβηκε σέ μιά συκομουριά γιά νά τόν δεῖ, γιατί θά περνοῦσε ἀπό ’κεῖ. Ὅταν ἔφτασε ὁ Ἰησοῦς στό σημεῖο ἐκεῖνο, κοίταξε πρός τά πάνω, τόν εἶδε καί τοῦ εἶπε: «Ζακχαῖε, κατέβα γρήγορα, γιατί σήμερα πρέπει νά μείνω στό σπίτι σου». Ἐκεῖνος κατέβηκε γρήγορα καί τόν ὑποδέχτηκε μέ χαρά. Ὅλοι ὅσοι τά εἶδαν αὐτά διαμαρτύρονταν κι ἔλεγαν ὅτι πῆγε νά μείνει στό σπίτι ἑνός ἁμαρτωλοῦ. Τότε σηκώθηκε ὁ Ζακχαῖος καί εἶπε στόν Κύριο: «Κύριε, ὑπόσχομαι νά δώσω τά μισά ἀπό τά ὑπάρχοντά μου στούς φτωχούς καί ν’ ἀνταποδώσω στό τετραπλάσιο ὅσα ἔχω πάρει μέ ἀπάτη». Ὁ Ἰησοῦς, ἀπευθυνόμενος σ’ αὐτόν, εἶπε: «Σήμερα αὐτή ἡ οἰκογένεια σώθηκε· γιατί κι αὐτός ὁ τελώνης εἶναι ἀπόγονος τοῦ Ἀβραάμ. Ὁ Υἱός τοῦ Ἀνθρώπου ἦρθε γιά ν’ ἀναζητήσει καί νά σώσει αὐτούς πού ἔχουν χάσει τό δρόμο τους».
Σημείωση: Ἡ ἀπόδοση στήν νεοελληνική λαμβάνεται ἀπό τήν «Ἁγία Γραφή» τῆς Ἑλληνικῆς Βιβλικῆς Ἐταιρίας, ἔκδοση 1997.