2016_03_20 Α΄ Νηστειῶν

Δένδρο περιήγησης: | Ἀρχική Σελίδα | Ποιμαντική | Διαδικτυακός Ἄμβωνας | Ἀναγνώσματα τῆς Κυριακῆς | 2016_03_20 Α΄ Νηστειῶν

ΚΥΡΙΑΚΗ 20 ΜΑΡΤΙΟΥ – Α΄ ΝΗΣΤΕΙΩΝ

Ἁγιογραφικά Ἀναγνώσματα τῆς ἡμέρας

ΕΩΘΙΝΟΝ Θ΄
Ἐκ τοῦ κατά Ἰωάννην (κ΄, 19 – 31)

Οὔσης ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ Μαθηταὶ συνηγμένοι, διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων, ἦλθεν ὁ ᾿Ιησοῦς, καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς˙ Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ Μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς πάλιν˙ Εἰρήνη ὑμῖν˙ καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς˙ Λάβετε Πνεῦμα ῞Αγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς˙ ἄν τινων κρατῆτε, κεκράτηνται.
Θωμᾶς δὲ, εἷς ἐκ τῶν Δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί˙ Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς˙ Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ Μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ ᾿Ιησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν˙ Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ˙ Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς καὶ εἶπεν αὐτῷ˙ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς˙ Ὅτι ἑώρακάς με, πεπίστευκας˙ μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ᾿Ιησοῦς ἐνώπιον τῶν Μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τήν ἴδια ἐκείνη μέρα, δηλαδή τήν πρώτη μέρα μετά τό Σάββατο, ὅταν βράδιασε κι ἐνῶ οἱ μαθητές ἦταν συγκεντρωμένοι κάπου μέ κλειστές τίς πόρτες, ἐπειδή φοβοῦνταν τίς ἰουδαϊκές ἀρχές, ἦρθε ὁ Ἰησοῦς, στάθηκε στή μέση καί τούς λέει: «Εἰρήνη σ’ ἐσᾶς». Κι ὅταν τό εἶπε αὐτό, τούς ἔδειξε τά χέρια καί τήν πλευρά του. Οἱ μαθητές χάρηκαν πού εἶδαν τόν Κύριο. Ὁ Ἰησοῦς τούς εἶπε πάλι: «Εἰρήνη σ’ ἐσᾶς! Ὅπως ὁ Πατέρας ἔστειλε ἐμένα, ἔτσι στέλνω κι ἐγώ ἐσᾶς». Ἔπειτα ἀπό τά λόγια αὐτά, φύσηξε στά πρόσωπά τους καί τούς λέει: «Λάβετε Πνεῦμα Ἅγιο. Σέ ὅποιους συγχωρήσετε τίς ἁμαρτίες, θά τούς εἶναι συγχωρημένες· σέ ὅποιους τίς κρατήσετε ἀσυγχώρητες, θά κρατηθοῦν ἔτσι».
Ὁ Θωμάς ὅμως, ἕνας ἀπό τούς δώδεκα μαθητές, πού λεγόταν Δίδυμος, δέν ἦταν μαζί τους ὅταν ἦρθε ὁ Ἰησοῦς. Τοῦ ἔλεγαν λοιπόν οἱ ἄλλοι μαθητές: «Εἴδαμε τόν Κύριο μέ τά μάτια μας». Αὐτός ὅμως τούς εἶπε: «Ἐγώ ἄν δέν δῶ στά χέρια του τά σημάδια ἀπό τά καρφιά, κι ἄν δέ βάλω τό δάχτυλό μου στά σημάδια ἀπό τά καρφιά, καί δέ βάλω τό χέρι μου στή λογχισμένη πλευρά του, δέ θά πιστέψω». Ὀχτώ μέρες ἀργότερα οἱ μαθητές ἦταν πάλι μέσα στό σπίτι, μαζί τους κι ὁ Θωμᾶς. Ἔρχεται λοιπόν ὁ Ἰησοῦς, ἐνῶ οἱ πόρτες ἦταν κλειστές, στάθηκε στή μέση καί εἶπε: «Εἰρήνη σ’ ἐσᾶς». Ἔπειτα λέει στό Θωμᾶ: «Φέρε ἐσύ τό δάχτυλό σου ἐδῶ καί δές τά χέρια μου, φέρε καί τό χέρι σου καί βάλ’ το στήν πλευρά μου. Μήν ἀμφιβάλλεις καί πίστεψε». Ὁ Θωμᾶς τότε τοῦ ἀποκρίθηκε: «Εἶσαι ὁ Κύριός μου καί ὁ Θεός μου». Τοῦ λέει τότε ὁ Ἰησοῦς: «Πείστηκες ἐπειδή μέ εἶδες μέ τά μάτια σου· μακάριοι ἐκεῖνοι πού πιστεύουν χωρίς νά μ’ ἔχουν δεῖ!»
Ὁ Ἰησοῦς ἔκανε βέβαια καί πολλά ἄλλα θαύματα μπροστά στούς μαθητές του, πού δέν εἶναι γραμμένα σ’ αὐτό ἐδῶ τό βιβλίο. Αὐτά ὅμως γράφτηκαν γιά νά πιστέψετε πώς ὁ Ἰησοῦς εἶναι ὁ Χριστός ὁ Υἱός τοῦ Θεοῦ, καί πιστεύοντας νά ἔχετε δι’ αὐτοῦ τή ζωή.

ΑΠΟΣΤΟΛΟΣ
Πρός Ἑβραίους Ἐπιστολή Παύλου (ια΄ 24 – 26, 32 – 40)

Ἀδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, Μέ τήν πίστη ὁ Μωυσῆς, ὅταν πιά μεγάλωσε, ἀρνήθηκε νά ὀνομάζεται γιός τῆς κόρης τοῦ Φαραώ· προτίμησε νά ὑποφέρει μαζί μέ τό λαό τοῦ Θεοῦ, παρά ν’ ἀπολαμβάνει τήν πρόσκαιρη ἁμαρτωλή ζωή. Θεώρησε μεγαλύτερο πλοῦτο ἀπό τούς θησαυρούς τῆς Αἰγύπτου τόν ἐξευτελισμό, σάν ἐκεῖνον πού ὑπέφερε ὁ Χριστός, γιατί ἀπέβλεπε στήν ἀνταπόδοση.
Χρειάζεται νά συνεχίσω; Δέ θά μέ πάρει ὁ χρόνος νά διηγηθῶ γιά τό Γεδεών, τό Βαράκ, τό Σαμψών, τόν Ἰεφθάε, τό Δαβίδ, τό Σαμουήλ καί τούς προφῆτες. Μέ τήν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τό δίκαιο, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν τή σφαγή, ἔγιναν ἀπό ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στόν πόλεμο, ἔτρεψαν σέ φυγή ἐχθρικά στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στή ζωή τούς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὥς τό θάνατο, χωρίς νά δεχτοῦν τήν ἀπελευθέρωσή τους, γιατί πίστευαν ὅτι μποροῦσαν ν’ ἀναστηθοῦν σέ μιά καλύτερη ζωή. Ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, ἀκόμη καί δεσμά καί φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μέ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μέ προβιές καί κατσικίσια δέρματα, ἔζησαν μέ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καί κακουχίες –ὁ κόσμος δέν ἦταν ἄξιος νά ’χει τέτοιους ἀνθρώπους– πλανήθηκαν σέ ἐρημιές καί βουνά, σέ σπηλιές καί σέ τρύπες τῆς γῆς.
Ὅλοι οἱ παραπάνω, παρά τήν καλή μαρτυρία τῆς πίστης τους, δέν πῆραν ὅ,τι τούς ὑποσχέθηκε ὁ Θεός. Αὐτός εἶχε προβλέψει κάτι καλύτερο γιά μᾶς, ἔτσι ὥστε νά μή φτάσουν ἐκεῖνοι στήν τελειότητα χωρίς ἐμᾶς.

ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Ἰωάννην (α΄ 44 – 52)

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ” ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τόν καιρό ἐκεῖνο, ὁ Ἰησοῦς ἀποφάσισε νά πάει στή Γαλιλαία. Βρίσκει τότε τό Φίλιππο καί τοῦ λέει: «Ἔλα μαζί μου». Ὁ Φίλιππος καταγόταν ἀπό τή Βηθσαϊδά, τήν πατρίδα τοῦ Ἀνδρέα καί τοῦ Πέτρου. Βρίσκει ὁ Φίλιππος τό Ναθαναήλ καί τοῦ λέει: «Αὐτόν πού προανήγγειλε ὁ Μωυσῆς στό νόμο καί οἱ προφῆτες, τόν βρήκαμε· εἶναι ὁ Ἰησοῦς, ὁ γιός τοῦ Ἰωσήφ ἀπό τή Ναζαρέτ». «Μπορεῖ ἀπό τή Ναζαρέτ νά βγεῖ τίποτα καλό;» τόν ρώτησε ὁ Ναθαναήλ. «Ἔλα καί δές μόνος σου», τοῦ λέει ὁ Φίλιππος. Ο Ἰησοῦς εἶδε τό Ναθαναήλ νά πλησιάζει καί λέει γι’ αὐτόν: «Νά ἕνας γνήσιος Ἰσραηλίτης, χωρίς δόλο μέσα του». «Ἀπό ποῦ μέ ξέρεις;» τόν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος νά ’ρθεῖς, σέ εἶδα πού ἤσουν κάτω ἀπ’ τή συκιά». Τότε ὁ Ναθαναήλ τοῦ εἶπε: «Διδάσκαλε, ἐσύ εἶσαι ὁ Υἱός τοῦ Θεοῦ, ἐσύ εἶσαι ὁ βασιλιάς τοῦ Ἰσραήλ». Κι ὁ Ἰησοῦς τοῦ ἀποκρίθηκε: «Ἐπειδή σοῦ εἶπα πώς σέ εἶδα κάτω ἀπό τή συκιά, γι’ αὐτό πιστεύεις; Θά δεῖς μεγαλύτερα πράγματα ἀπ’ αὐτά». Καί τοῦ λέει: «Σᾶς βεβαιώνω ὅτι σύντομα θά δεῖτε νά ἔχει ἀνοίξει ὁ οὐρανός, καί οἱ ἄγγελοι τοῦ Θεοῦ νά ἀνεβαίνουν καί νά κατεβαίνουν πάνω στόν Υἱό τοῦ Ἀνθρώπου».

Σημείωση: Ἡ ἀπόδοση στήν νεοελληνική λαμβάνεται ἀπό τήν «Ἁγία Γραφή» τῆς Ἑλληνικῆς Βιβλικῆς Ἐταιρίας, ἔκδοση 1997.